Amos 3

1Ἀκούσατε τὸν λόγον τοῦτον, ὃν ἐλάλησεν κύριος ἐφ' ὑμᾶς, οἶκος Ισραηλ, καὶ κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων 2Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. 3εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; 4εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι; 5εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; 6εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν; 7διότι οὐ μὴ ποιήσῃ κύριος θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας. 8λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; κύριος θεὸς ἐλάλησεν, καὶ τίς οὐ προφητεύσει; 9Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ· 10καὶ οὐκ ἔγνω ἔσται ἐναντίον αὐτῆς, λέγει κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. 11διὰ τοῦτο τάδε λέγει κύριος θεός Τύρος, κυκλόθεν γῆ σοῦ ἐρημωθήσεται, καὶ κατάξει ἐκ σου, ἰσχύν σου. καὶ διαρπαγήσονται αἱ χῶραί σου 12τάδε λέγει κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς. 13ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ιακωβ, λέγει κύριος θεὸς παντοκράτωρ, 14διότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ' αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν· 15συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί, λέγει κύριος.
Copyright information for LXX